Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.9.1 | Hdt. 8.10.3 (English) | >>Hdt. 8.12.2 |
8.10.1
ὁρῶντες δὲ σφέας οἵ τε ἄλλοι στρατιῶται οἱ Ξέρξεω καὶ οἱ στρατηγοὶ ἐπιπλέοντας νηυσὶ ὀλίγῃσι , πάγχυ σφι μανίην ἐπενείκαντες ἀνῆγον καὶ αὐτοὶ τὰς νέας , ἐλπίσαντες σφέας εὐπετέως αἱρήσειν , οἰκότα κάρτα ἐλπίσαντες , τὰς μέν γε τῶν Ἑλλήνων ὁρῶντες ὀλίγας νέας , τὰς δὲ ἑωυτῶν πλήθεΐ τε πολλαπλησίας καὶ ἄμεινον πλεούσας . καταφρονήσαντες ταῦτα ἐκυκλοῦντο αὐτοὺς ἐς μέσον .
8.10.2 ὅσοι μέν νυν τῶν Ἰώνων ἦσαν εὔνοοι τοῖσι Ἕλλησι , ἀέκοντές τε ἐστρατεύοντο συμφορήν τε ἐποιεῦντο μεγάλην ὁρῶντες περιεχομένους αὐτοὺς καὶ ἐπιστάμενοι ὡς οὐδεὶς αὐτῶν ἀπονοστήσει · οὕτω ἀσθενέα σφι ἐφαίνετο εἶναι τὰ τῶν Ἑλλήνων πρήγματα .
8.10.3 ὅσοισι δὲ καὶ ἡδομένοισι ἦν τὸ γινόμενον , ἅμιλλαν ἐποιεῦντο ὅκως αὐτὸς ἕκαστος πρῶτος νέα Ἀττικὴν ἑλὼν παρὰ βασιλέος δῶρα λάμψεται · Ἀθηναίων γὰρ αὐτοῖσι λόγος ἦν πλεῖστος ἀνὰ τὰ στρατόπεδα .
ch. 11
8.11.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.9.1 | Hdt. 8.10.3 (English) | >>Hdt. 8.12.2 |